Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.123 Joseph. BJ 4.131 (English) >>Joseph. BJ 4.137

4.128

Τούτοις τὸ πολὺ τῶν νέων προσδιεφθείρετο καὶ πρὸς μὲν τὸν πόλεμον ἦρτο, τῶν δὲ σωφρονούντων καὶ γηραιῶν οὐκ ἦν ὅστις οὐ τὰ μέλλοντα προορώμενος ὡς ἤδη τῆς πόλεως οἰχομένης ἐπένθει. 4.129 μὲν οὖν δῆμος ἦν ἐν τοιαύτῃ συγχύσει, προδιέστη δὲ τὸ κατὰ τὴν χώραν πλῆθος τῆς ἐν Ἱεροσολύμοις στάσεως. 4.130 μὲν γὰρ Τίτος ἀπὸ Γισχάλων εἰς Καισάρειαν, Οὐεσπασιανὸς δὲ ἀπὸ Καισαρείας εἰς Ἰάμνειαν καὶ Ἄζωτον ἀφικόμενος παρίσταταί τε αὐτὰς καὶ

-- --

φρουροὺς ἐγκαταστήσας ὑπέστρεψε πολὺ πλῆθος ἐπαγόμενος τῶν ἐπὶ δεξιᾷ προσκεχωρηκότων. 4.131ἐκινεῖτο δʼ ἐν ἑκάστῃ πόλει ταραχὴ καὶ πόλεμος ἐμφύλιος, ὅσον τε ἀπὸ Ῥωμαίων ἀνέπνεον εἰς ἀλλήλους τὰς χεῖρας ἐπέστρεφον. ἦν δὲ τῶν ἐρώντων τοῦ πολέμου πρὸς τοὺς ἐπιθυμοῦντας εἰρήνης ἔρις χαλεπή. 4.132καὶ πρῶτον μὲν ἐν οἰκίαις ἥπτετο τῶν ὁμονοούντων πάλαι τὸ φιλόνεικον, ἔπειτα ἀφηνιάζοντες ἀλλήλων οἱ φίλτατοι λαοὶ καὶ συνιὼν ἕκαστος πρὸς τοὺς τὰ αὐτὰ προαιρουμένους ἤδη κατὰ πλῆθος ἀντετάσσοντο. 4.133καὶ στάσις μὲν ἦν πανταχοῦ, τὸ νεωτερίζον δὲ καὶ τῶν ὅπλων ἐπιθυμοῦν ἐπεκράτει νεότητι καὶ τόλμῃ γηραιῶν καὶ σωφρόνων. 4.134ἐτράποντο δὲ πρῶτον μὲν εἰς ἁρπαγὰς ἕκαστοι τῶν ἐπιχωρίων, ἔπειτα συντασσόμενοι κατὰ λόχους ἐπὶ λῃστείαν τῶν κατὰ τὴν χώραν, ὡς ὠμότητος καὶ παρανομίας ἕνεκεν αὐτοῖς μηδὲν Ῥωμαίων τοὺς ὁμοφύλους διαφέρειν καὶ πολὺ τοῖς πορθουμένοις κουφοτέραν δοκεῖν τὴν ὑπὸ Ῥωμαίοις ἅλωσιν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.123 Joseph. BJ 4.131 (English) >>Joseph. BJ 4.137

Powered by PhiloLogic